Σελίδες

Τετάρτη 1 Μαΐου 2013

Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ !!! ... ΟΙ ΜΕΓΑΛΕΣ ΩΡΕΣ !!!



Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νηπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο,
τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο·
καὶ ἀνόμοις κριταῖς, Σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι·
βλέπε χρημάτων ἑραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον·
φεῦγε ἀκόρεστον ψυχήν, τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν.
Ὁ περὶ πάντας ἀγαθός, Κύριε, δόξα Σοι.

* * *

Κατὰ τὸ ἑσπέρας τῆς σήμερον, ἥτις ἦν τότε ἡ πρὸ τῶν ἀζύμων ἡμέρα,
τοὐτέστιν ἡ τοῦ νομικοῦ πάσχα παραμονή, Μαρτίου κβ΄, ἡμέρα Πέμπτη
τῆς ἑβδομάδος, συνεδείπνησεν ἐν τῇ πόλει ὁ Ἰησοῦς μετὰ τῶν δώδεκα Μαθητῶν.



Εὐλόγησε τὸν ἄρτον καὶ τὸν οἶνον, καὶ παρέδωκε
τὸ Μυστήριον τῆς θείας Εὐχαριστίας.



Ἔνιψε τοὺς πόδας τῶν Μαθητῶν, εἰς ὑπόδειγμα ταπεινώσεως.Εἶπε παρρησίᾳ ὅτι εἷς ἐξ αὐτῶν ἐμελέτα τὴν κατ᾽ Αὐτοῦ προδοσίαν·
καὶ ἔδειξε τὸν προδότην, δοὺς εἰς τὸν Ἰούδαν
ἄρτου τεμμάχιον βεβαμμένον εἰς τοῦ τρυβλίου τὸν ζωμόν.
Ἐξελθόντος ἐκείνου παρευθύς, ἐδίδαξε τοὺς Μαθητὰς τὰ ὑπερφυᾶ
καὶ τελευταῖα μαθήματα, ὅσα ἐμπεριέχονται εἰς τὸ ὄρος τῶν Ἐλαιῶν,
καὶ ἐκεῖ ἄρχεται λυπεῖσθαι καὶ ἀδημονεῖν.

Ἀναχωρεῖ κατ᾽ ἰδίαν, καὶ κλίνας τὰ γόνατα προσεύχεται ἐκτενῶς·
καὶ ἐκ τῆς πολλῆς ἀγωνίας γίνεται ὁ ἱδρὼς Αὐτοῦ
ὡς αἵματος πηκτοῦ κόμβοι, πίπτοντες εἰς γῆν.
Μόλις πληροῖ τὴν ἐναγώνιον ἐκείνην προσευχὴν καὶ ἰδοὺ
φθάνει καὶ ὁ Ἰούδας μετὰ στρατιωτῶν ἐνόπλων καὶ ὄχλου πολλοῦ
καὶ χαιρετίσας, καὶ φιλήσας δολίως τὸν Διδάσκαλον, παραδίδει Αὐτόν.



Συλλαμβάνεται λοιπὸν ὁ Ἰησοῦς καὶ φέρεται δέσμιος πρὸς τοὺς ἀρχιερεῖς
Ἄνναν καὶ Καϊάφαν. Οἱ Μαθηταὶ σκορπίζονται·
καὶ ὁ θερμότερος τῶν ἄλλων Πέτρος
ἀκολουθήσας Αὐτῷ μέχρι τῆς ἀρχιερατικῆς αὐλῆς,
ἀρνεῖται καὶ αὐτὸς τελευταῖον ὅτι ἐστὶν Αὐτοῦ Μαθητής.



Ὁ δὲ θεῖος Διδάσκαλος παριστάνεται ἔμπροσθεν τοῦ παρανόμου συνεδρίου,
ἐξετάζεται περὶ τῶν Μαθητῶν καὶ τῆς διδαχῆς Αὐτοῦ, ἐξορκίζεται εἰς τὸν Θεόν,
ἵνα εἴπῃ ἐὰν Αὐτὸς ὑπάρχῃ τωόντι ὁ Χριστός· καὶ εἰπὼν τὴν ἀλήθειαν
κρίνεται θανάτου ἔνοχος, τάχα ὡς βλασφημήσας.


Ἐφεξῆς ἐμπτύεται εἰς τὸ πρόσωπον, ῥαπίζεται,
ἐμπαίζεται παντοιοτρόπως δι' ὅλης τῆς νυκτὸς ἕως πρωΐας.

Ὑπόμνημα στὴν Μεγάλη Πέμπτη, ἐδῶ.